Ancient Greek
P.Oxy. 57 3912
Documentary Papyri, P.Oxy. 57 3912dupl
Not analysed yet
Αὐρηλίῳ Ἁρποκρατάμμωνι διαδεχομένῳ στρατηγίαν Ὀξυρυγχίτου. Αὐρήλιος Ἄγαθος Σιλβανοῦ μητρὸς Σαραπιάδος ἀπʼ Ὀξυρύγχων πόλεως ναύτης ὀμνύω τὴν Γαλλιηνοῦ Καίσαρος τοῦ κυρίου τύχην ἐπιπλεύσειν ταῖς ἐπιστελλομέναις εἰς τὸν Ἀρσινοείτην σκάφαις πρὸς τὴν ἐκεῖ τοῦ δημοσίου πυροῦ διέρασιν καὶ πᾶσαν τὴν ναυτικὴν ὑπηρεσίαν ποιήσεσθαι καὶ μὴ ἀπολειφθήσεσθαι ἄχρις οὗ ἀπολυθῶ εἰς τὸ μηδεμίαν μέμψιν ἐπακολουθῆσαι, λαμβάνων παρὰ τῶν εὐσχημόνων τῶν ἐπὶ σκαφῶν κατὰ μῆνα ἕκαστον τὸ ὀψώνιον ἐν δραχμαῖς ἑκατὸν ἑξήκοντα ,ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. παρέσχον δὲ ἐμαυτοῦ ἐγγυητὴν Αὐρήλιον Δῖον Πλουτίωνος μητρὸς Ἀρσινόης ἀπὸ τῆς αὐτῆς πόλεως παρόντα καὶ εὐδοκοῦντα. ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Μεχεὶρ κε. Αὐρήλιος Ἄγαθος Σιλβανοῦ ὤμοσα τὸν ὅρκον ὡς πρόκιται. Αὐρήλιος Ἀπολλώνιος Ἀπολλωνίου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. Αὐρήλιος Δῖος Πλουτίωνος ἐγγυῶμαι τὸν Ἄγαθον ὡς πρόκειται. Αὐρηλι Ὀννῶφρ Π…ουθου ἐγγυητοῦ …