Ancient Greek
P.Oxy. 6 972
Documentary Papyri, P.Oxy. 58 3924
Not analysed yet
ὑπηρε βουλ Αὐρηλίῳ Ἀμμωνίῳ γυμνασιάρχῳ ἐνάρχῳ πρυτάνει τῆς Ὀξυρυγχιτῶν πόλεως. Γάιος Πουλφέρνιος Τιβερῖνος μητρὸς Πουλφερνίας Βερενίκης τῆς καὶ Ἀμμωνίλλης, εἰσδοθεὶς ὑπὸ τοῦ τῆς ϛ φυλῆς τρίτης περιόδου ἀμφοδογραμματέως εἰς ὑπηρεσίαν βουλῆς, ὀμνύω τὴν τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου τύχην ἐκτελέσειν ταύτην ἐνφανὴς ὢν ὑγιῶς καὶ πιστῶς εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. παρέσχον δὲ ἐμαυτοῦ ἐγγυητὴν Γάιον Ἰούλιον Ἀντώνιον παρόντα καὶ εὐδοκοῦντα. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Μεσορὴ ἐπαγομένων α. Γάιος Πουλφέρνιος Τιβερῖνος ὤμοσα τὸν ὅρκον καὶ ἐκτελέσω τὴν χρείαν ὡς πρόκειται. Γάιος Ἰούλιος Ἀντώνιος ἐγγυῶμαι αὐτὸν ἐκτελοῦντα τὴν δηλουμένην χρείαν ὡς πρόκιται.