Ancient Greek
P.Oxy. 58 3926
Documentary Papyri, P.Oxy. 58 3926
Not analysed yet
Ἰουλίῳ Ἀμμωνίῳ τῷ καὶ Εὐαγγέλῳ στρατηγῷ Θινίτου, παρὰ Αὐρηλίας Σενπατοῦτος Πανούριος Τιτοῆτος ἀπὸ Θινός. περὶ ἑσπέραν τῆς διελθούσης ἡμέρας πλῆθος κακούργων ἐπῆλθεν τῇ οἰκίᾳ μου ἐν κώμῃ Θινὶ καὶ ἔπληξαν τὸν ἄνδρα μου Τιτοῆν Κορτᾶτος σκυτέα κατὰ τοῦ ἀριστεροῦ ὤμου καὶ τῆς ἀριστερᾶς χειρὸς ξίφεσι καὶ τὸν υἱόν μου Ψεκῆν καὶ ἔπληξαν κατὰ τῆς κεφαλῆς καὶ ὅσα εὗρον ἐπὶ τῆς οἰκίας ἐβάσταξαν, κατασχίσαντες πάσας τὰς θύρας. ἀγνοηθέντων οὖν μοι τῶν κακούργων ἐπιδίδωμι τάδε τὰ βιβλίδια ἀξιοῦσα ἀποτάξαι σε ὑπηρέτην τὸν ἐποψόμενον τὴν περὶ αὐτοὺς διάθεσιν πρὸς τὸ δύνασθαι αὐτοὺς τῆς δεούσης θεραπείας τυχεῖν. ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Ἰουλίου Φιλίππου γενναιοτάτου καὶ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν, Μεχεὶρ ιε. Αὐρηλία Σενπατοῦς Πανοῦρ Τιτοῆτος ἐπιδέδωκα. ἔγραψα ὑπὲρ αὐτῆς Αὐρήλιος Σωτὴρ Σωτῆρος μὴ εἰδυίας γράμματα. ἐπεστάλη Σαραπίων ὑπηρέτης. ἴσον βιβλιδίου Σενπατοῦτος ἐπιστέλλεταί σοι ὅπως συνπαραλαβὼν δημόσιον ἰατρὸν καὶ ἐπιδὼν τὴν περὶ τὸν ἄνδρα αὐτῆς καὶ τὸν υἱὸν διάθεσιν ἐνγράφως προσφωνήσῃς. ἔτους δ Μεχεὶρ ιε. …