Ancient Greek
P.Oxy. 58 3959
Documentary Papyri, P.Oxy. 58 3959
Not analysed yet
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν. Τῦβι ιϛ, ἰνδικτίωνος η. τῷ ἐνδόξῳ οἴκῳ ποτὲ Ἀπίωνος τοῦ μακαρίτου γενομένου πατρικίου διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχὴν. Αὐρήλιος Ἀνοῦπ υἱὸς Μηνᾶ Καμοῦλ ἀπὸ κώμης Σερύφεως τοῦ Ὀξυρυγχίτου νομοῦ ὁμολογῶ ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει ἐπομνύμενος τὸν θεῖον καὶ σεβάσμιον ὅρκον ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι παρʼ ὑμῖν Αὐρήλιον Παμούθιον υἱὸν Μηνᾶ ἀπὸ τῆς αὐτῆς κώμης ἐφʼ ᾧτε αὐτὸν ἀδιαλείπτως παραμεῖναι καὶ διάγειν ἐν τῇ αὐτῇ κώμῃ καὶ ἐπιζητούμενον αὐτὸν παραφέρω καὶ παραδώσω δίχα λόγου ἔνθα ἐγγύη Ἀνοῦπ υἱοῦ …