Ancient Greek
P.Oxy. 59 3974
Documentary Papyri, P.Oxy. 59 3974
Not analysed yet
Διονυσίῳ βασιλικῷ γραμματεῖ διαδεχομένῳ καὶ τὰ κατὰ τὴν στρατηγίαν παρὰ Θώνιος πρεσβυτέρου Θώνιος τοῦ Πλουτάρχου μητρὸς Ταϋσείριος Πετάλου ἀπʼ Ὀξυρύγχων πόλεως θεαγοῦ Θοήριδος θεᾶς μεγίστης Θοηρείου Θενεπμόϊ καὶ ἑτέρου Πασιν…ρ…νυ… τόν τε υἱὸν μου Θῶνιν μητρὸς Ταλοβάιτος καὶ τὸν τοῦ μετηλλαχότος μου ὁμογνησίου ἀδελφοῦ Θώνιος νεωτέρου …υἱὸν Θῶνιν μητρὸς …ἀμφοτέρους προσβεβηκέναι τῷ ἐνεστῶτι ἕκτῳ ἔτει Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Αὐτοκρατόρων εἰς τεσσαρεσκαιδεκαετεῖς καὶ ὀφείλειν αὐτοὺς παραγραφῆναι τὸ ὑπὲρ τῆς θεαγείας εἰσκριτικὸν …