Ancient Greek
P.Oxy. 59 3979
Documentary Papyri, P.Oxy. 59 3979
Not analysed yet
Σινψανσνεῦς Λεωνίδῃ τῷ υἱῷ πολλὰ χαίρειν. καλῶς ποιήσεις μεταβαλόμενος παρὰ σοὶ ἐν Ὀξυρυγχίτῃ Αὐρηλίῳ Ἡρακλείδῃ υἱῷ Κεφάλωνος ὀρνιθᾶτος συλλαυρίτῃ Λεωνίδου τοῦ ἀδελφοῦ ἡμῶν ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς ἐνακοσίας, ἀνθʼ οὗ ἔσχον τὰς ἴσας πλήρης δραχμὰς ἐνακοσίας ἐνθάδε ἐν κώμῃ Σέφθα, ἀλλʼ οὐ μὴ αὐτὸν κατάσχῃς. σημείου χάριν ὅτι ἐνεβαλόμην σοὶ λινᾶ σέμεστα τριακόσια ὅτε ἐνέβης μετὰ Ἀλεξάνδρου τοῦ ὀθονιακοῦ. ἡ ἐπιθήκη κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ιδ τοῦ κυρίου ἡμῶν Γαλλιηνοῦ Σεβαστοῦ Θὼθ κθ. …