Ancient Greek
P.Oxy. 59 3981
Documentary Papyri, P.Oxy. 59 3981
Not analysed yet
…ρ…ι…του παρα Αὐρηλίου Ἁρμάσιος Τιθοήους ἱέρεως κώμης Χενετω Τ…ιφις Ψοσναῦτος ἀπὸ τῆς αὐτῆς κώμης οὐ παύεται συνπλοκὰς κατʼ ἐμοῦ τοῦ μετρίου ἐξεργαζομένη. πολλάκις μὲν γὰρ ἐπὶ τοῦ προστρατηγήσαντος Ἡσυχίου ἤγαγέν με ὡσὰν ὑπόχρεον τυγχάνοντα ἀργυρίων αὐτῆς καὶ καταγνωσθεῖσα οὐκ ἀπέστη. μάρτυρας γὰρ διαφόρους ἐπὶ τοῦ προστρατηγήσαντος ἀγαγὼν ἀπέδειξα φανερῶς μηδέν με χρεωστεῖν, ἡ δὲ οὐ παυομένη συσκευάζεσθαί μοι παρʼ ἕκαστα ἐπιχειρεῖ καὶ ἐπεὶ κατὰ πάντα καθαρὸς φαίνομαι ἀπὸ χρέους ταύτης κατὰ τοῦτο τὰ βιβλία ἐπιδιδοὺς τῇ σῇ ἐμμελείᾳ ἀξιῶ νῦν ὑπὸ σοῦ αὐτὴν κωλύεσθαι ἐπιβαίνουσάν μοι ἵνα μὴ εἰς ἀνάγκην προαχθῶ τῇ μείζονι ἐξουσίᾳ διενοχλῆσαι περὶ τούτου. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου καὶ Λικιννίου Σεβαστῶν τὸ β. Φαμενὼθ Αὐρήλιος Ἁρμᾶσις Τιθοήους ἐπιδέδωκα. Αὐρήλιος Νεχθερώεις Φθιμούϊτος ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος