Ancient Greek
P.Oxy. 59 3985
Documentary Papyri, P.Oxy. 59 3985
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουΐου Μαρκιανοῦ τοῦ λαμπροτάτου καὶ τοῦ δηλωθησομένου, Παχὼν ιδ, ἰνδικτίονος ια ἀρχῇ ιβ, ἐν Ὀξυρύγχων πόλει. τὸ κοινὸν τῶν ἀπὸ κώμης Τακόνα τοῦ Ὀξυρυγχίτου νομοῦ δἰ ἡμῶν Ἰωάννου Πατβῶτος καὶ Νιλᾶ Σερήνου ἀναδεχομένων καὶ τὴν γνώμην τῶν ἄλλων ὁμοκωμητῶν Αὐρηλίῳ Ἀνουφίῳ υἱῷ Θεοδώρου διὰ σοῦ τοῦ πατρὸς αὐτοῦ Θεοδώρου υἱοῦ Μεγάλου τοῦ καὶ Διδύμου ἀπὸ τῆς Ὀξυρυγχιτῶν νομικαρίου χαίρειν. τοῦ κύκλου …εσ…τος ὥστε ἡμᾶς τὸν νομικάριον ὀνομάσαι κατὰ τὴν ἐπιβάλλουσαν τῇ ἡμετέρᾳ κώμῃ ἀναλογίαν ὑφʼ ἓν γενάμενοι καὶ μιᾶς γνώμης κρατήσαντες ὠνομάσαμέν σε τὸν προγεγραμμένον Ἀνούφιον διὰ τοῦ σοῦ πατρὸς Θεοδώρου ἐπὶ τῆς δωδεκάτης καὶ τρεισκαιδεκάτης τῶν ἐπινεμήσεων εἰς τὴν αὐτὴν τοῦ νομικαρίου χώραν καὶ φροντίδα ἐπὶ τῷ σὲ παραμεῖναι καὶ ὑπακοῦσαι εἰς τὸ αὐτὸ τοῦ νομικαρίου φρόντισμα καὶ μηδαμῶς ἀπολειφθῆναι, καὶ συνεφωνήθη καὶ ἔδοξεν ὥστε ἡμᾶς καθʼ ἕκαστον ἐνιαυτόν, ὡς εἴρηται, ὑπὲρ τῆς δωδεκάτης καὶ τρεισκαιδεκάτης τῶν ἰνδικτιώνων παρασχεῖν σοι λόγῳ μισθῶν ἐκτὸς τῆς καλουμένης ἐπικουρίας χρυσοῦ νομισμάτια εἰκοσιὲξ πρὸς τὸ σὲ μέντοι τοῖς δημοσίοις ἀποκρίνασθαι καὶ ὅσα ἐστὶν τὰ ἀνήκοντα τῷ νομικαρίῳ ποιῆσαι καὶ πᾶσαν ἀπόκρισιν παρασχεῖν ὑπὲρ ἡμῶν κατὰ τὸ ἐπιβάλλον ἡμῖν μέρος καὶ μηδαμῶς ἀπολειφθῆναι. καὶ πρὸς ἀσφάλειαν σὴν ταύτην σοι πεποιήμεθα τὴν ὀνομασίαν ἥτις κυρία οὖσα ἁπλῆ ἐγράφη, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Ἰωάννης Πατβῶτος καὶ Νειλᾶς Σερήνου οἱ προγεγραμμένοι ἀναδεχόμενοι καὶ τὴν γνώμην τῶν ἄλλων ὁμοκωμητῶν πεποιήμεθα τὴν ὀνομασίαν τοῦ νομικαρίου καὶ συμφωνεῖ ἡμῖν πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκιται. Αὐρήλιος Γερμανὸς Ἰωάννου ἀξιωθείς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. …ὀνομασία τοῦ νομικαρίου τῶν ἀπὸ κώμης Τακόνα.