Ancient Greek
P.Oxy. 59 3994
Documentary Papyri, P.Oxy. 59 3994
Not analysed yet
Καλόκαιρος Εὐφροσύνῃ τῇ ἀδελφῇ χαίρειν. παρακληθεῖσα, ἀδελφή, ἐάν μοί τι θέλῃς χαρίσασθαι, περιέργασαι τί πράσσει Ἀλεῖς ἡ γυνή μου. εἰ καὶ μὴ γεγραφήκειν σοι ,ὤφειλες ἀπὸ σεαυτῆς γράφειν μοι ὡς ἀδελφῷ σου. οὐκ ἐπεὶ μέλει μοι περὶ αὐτῆς, ἀλλὰ εἴ τι ἔχω παρʼ αὐτῇ ἐστιν. καὶ τῷ μὴ γράφειν μοι αὐτήν, ἐκ τούτου προλαμβάνω ἄλλως περὶ αὐτῆς. ἀσπάζου Θαϊσοῦν τὴν ἀδελφὴν καὶ εἰπὲ αὐτῇ, ἐάν τινος χρήσῃ ἐνθάδε, γράψαι μοι. ἐρρῶσθαί σε εὔχομαι. ἀπόδος Εὐφροσύνῃ ἀδελφῇ Διοσκορᾶτος ?.