Ancient Greek
P.Oxy. 6 891
Documentary Papyri, P.Oxy. 6 891
Not analysed yet
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων. Ὀξυρυγχιτῶν τῆς λαμπρᾶς καὶ λαμπροτάτης πόλεως ἡ κρατίστη βουλὴ διʼ Αὐρηλίου Κορνηλιανοῦ διασημοτάτου ἐνάρχου πρυτάνεως Πτολεμείνῳ τῷ καὶ Σαρμάτῃ ἐξηγητῇ τῷ φιλτάτῳ χαίρειν. ἐξηγητοῦ ζητουμένου εἰς τὰς α…ας Ἐπεὶφ ἕως ιζ, ἔδοξεν ὥστε σὲ μὲν προστῆναι, τὰ δὲ ἀναλώματα ἀπὸ τοῦ κοινοῦ τῶν ἀπὸ τοῦ τάγματος δοθῆναι· καὶ ἵνα τοῦτο εἰδέναι ἔχοις ἐπιστέλλεταί σοι, φίλτατε. ἐρρῶσθαί σε εὐχόμεθα, φίλτατε.