Ancient Greek
P.Oxy. 6 895 Ro
Documentary Papyri, P.Oxy. 6 895r
Not analysed yet
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τὸ ε. Αὐρηλίῳ Σεύθι τῷ καὶ Ὡρίωνι λογιστῇ Ὀξυρυγχίτου παρὰ Αὐρηλίων Σακάωνος Πετίριος καὶ Ψόιτος Παταβῆτος ἀμφοτέρων κωμαρχῶν κώμης Ταμπέτι. τοῦ ἐνεστῶτος κα καὶ ιγ ἔτους ἐπιζητοῦντί σοι κατὰ κέλευσιν τοῦ διασημοτάτου ἡμῶν ἡγεμόνος Κλωδίου Κουλκιανοῦ τοὺς κωμητικοὺς λόγους τῆς ἡμετέρας κώμης μηνῶν δύο τοῦ τε Φαρμοῦθι καὶ τοῦ Παχὼν ἀναγκαῖον ἡγησάμενοι ἐπιδίδομεν ἵνʼ εἰδέναι ἔχῃς. ἔστι δέ· τιμῆς χάρτου καὶ γράπτρων εἰσαγγελίας ἐργατῶν τριῶν ἀποσταλέντων …ἐπὶ Βαβυλῶνα δραχμαὶ ρκ, τιμῆς χάρτου καὶ γράπτρων …ελίας ἄλλου ἐργάτου ἑνὸς ἀποσταλέντος ἐπὶ τὴν Μεμφιτῶν πόλιν δραχμαὶ α… γίνονται ὁμοῦ δραχμαὶ β…ρ… …νυμεν δὲ το… …μεταφορὰ π… …τὴν Ὄασιν ……ελ… …παρεσχήκαμεν …