Ancient Greek
P.Oxy. 6 902
Documentary Papyri, P.Oxy. 6 902
Not analysed yet
Φλαουίῳ Ἰσὰκ τῷ λογιωτάτῳ σχολαστικῷ ἐκδίκῳ τῆς ἄνω Κυνοπολιτῶν παρὰ Αὐρηλίου Μακαρίου υἱοῦ Ἰωσὴφ ἀπὸ τῆς αὐτῆς πόλεως. πρὸ τούτου ὑδροπάροχος καθέστηκα καὶ γεωργὸς φανερῶν πραγμάτων οὐσίας τοῦ τῆς μακαρίας μνήμης Φοιβάμμωνος τοῦ πολιτευσαμένου, μετὰ δὲ τὴν τούτου τελευτὴν ὁ τούτου ἀδελφὸς Θεόδωρος ἐπεισῆλθεν εἰς τὴν φροντίδα τῶν τούτου πραγμάτων καὶ τυραννικῷ τρόπῳ ἀπέσπασεν ὀκτὼ καλὰ ἐκ τῶν ἐμῶν βοικῶν ζῴων καὶ ἐστείλατο καὶ παρεσκεύασέν με ἀδίκως ἀναλημφθῆναι τῷ δεσμωτηρίῳ πρὸ τριῶν τούτων μηνῶν, καὶ ἐκ τούτου συνέβη τὸ ὑπόλοιπον τῶν ἐμῶν ζῴων τῇ λιμῷ τεθνάναι, ταῦτα ἐμοῦ ἑτοίμως ἔχοντος εἰ καὶ φανείην χρεωστῶν αὐτῷ ἐγγράφως πληρῶσαι. ἐπεὶ τοίνυν οἱ ἔκδικοι ἐπενοήθησαν ἐν ταῖς πόλεσιν πρὸς τὸ βοήθειαν ὀρέξαι τοῖς ἀδικουμένοις, εἰς τελείαν γὰρ ἀνατροπὴν καὶ εἰς ἐσχάτην πεῖναν περιέστην ἕνεκεν τοῦ προειρημένου πολιτευομένου, τούσδε τοὺς λιβέλλους ἐπιδίδωμι τῇ σῇ λογιότητι ἀξιῶν κελεῦσαι τοῦτον μετασταλῆναι πρωτοτύπως μὲν παρασκευάσαι τὴν αὐτοῦ ἀρετὴν ἀποδοῦναί μοι ἅπερ ἀπέσπασεν τυραννικῷ τρόπῳ βοικά μου ζῷα εὐθαλῆ καθὼς καὶ ἀπέσπασεν, περὶ δὲ τῶν ἄλλων τὰ δοκοῦντα τῇ σῇ λογιότητι πραχθῆναι ἀνεθῆναί τʼ ἐμὲ τῶν δεσμῶν ,ἐμοῦ ὡς προεῖπον ἑτοίμως ἔχοντος πληρῶσαι ὅσα ἐποφείλω αὐτῷ ἐγγράφως· μισοῦσιν γὰρ οἱ νόμοι τοὺς τὰ ἄδικα διαπραττομένους, λογιώτατε ἔκδικε κύριε. Αὐρήλιος Μακάριος Ἰωσὴφ ἐπιδέδωκα. μετὰ τὴν ὑπατείαν Φλαουίου Βιβιανοῦ τοῦ λαμπροτάτου τὸ β καὶ τοῦ δηλωθησομένου Ἁθὺρ κδ.