Ancient Greek
907.20 to 907.28
Documentary Papyri, P.Oxy. 6 907.20-28
Not analysed yet
ἀνδρὶ γαμηθῇ Αὐρήλιον Δημήτριον τοῦ Διονυσοθέωνος, ἐπακολουθούσης πᾶσι τοῖς τῇ ἐπιτροπείᾳ διαφέρουσι τῆς προγεγραμμένης μου γυναικὸς Ἰσιδώρας τῆς καὶ Πρείσκας, καὶ διὰ τοῦτο οὐ βούλομαι ἄρχοντα ἢ ἀντάρχοντα ἢ ἕτερόν τινα παρεντιθέναι ἑαυτὸν …ἐπιτέλλω γὰρ καὶ τῆς τοῦ ἀνεψιοῦ μου Διδύμου εἶναι εὐσεβείας βοηθήσειν τῷ Δημητρίῳ ἐν οἷς ἐὰν αὐτοῦ δέηται …Αὐρηλίῳ Διονυσάμμωνι φίλῳ μου καταλείπω δοθῆναί τε βούλομαι κατʼ ἔτος ἐφʼ ὃν ζήσεται χρόνον ἀφʼ ὧν ἔχω …περὶ Μῶα σιτικῶν ἀρουρῶν οἴνου μὲν ἅμα τρύγῃ κεράμια τριάκοντα καὶ πυροῦ μέτρῳ δεκάτῳ τῷ Παῦνι μηνὶ ἀρτάβας …τῇ Διδύμῃ …ωρα…γενομεν… ὑπὸ τῶν ἀδελφῶν αὐτῆς ἀργυρίου τάλαντα τέσσαρα ,τὴν φροντίδα τ… κληρονομία. τὸ βούλημα ἐποίησα ἐν τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχειτῶν πόλει α ἔτει τοῦ κυρίου ἡμῶν Μάρκου Κλαυδίου Τακίτου Παῦνι ζ. ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Κλαυδίου Τακίτου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Παῦνι ζ. Αὐρήλιος Ἑρμογένης ὁ καὶ Εὐδαίμων τὸ βούλημα πεποίηκα ἐπὶ πᾶσι τοῖς προκειμένοις. ἐλύθη τοῦ αὐτοῦ α ἔτους Ἐπείφ.