Ancient Greek
P.Oxy. 6 911
Documentary Papyri, P.Oxy. 6 911
Not analysed yet
ἐμίσθωσεν Αὐρήλιος Δημήτριος ὁ καὶ Ζωίλος ἀρχιερατεύσας ἐξηγητὴς βουλευτὴς τῆς Ὀξυρυγχειτῶν πόλεως Αὐρηλίῳ Θεογένει Θεογένους τοῦ Θεογένους ἀπὸ τῆς αὐτῆς πόλεως ἀσθενεῖ τὰς ὄψεις μεθʼ ὑπογραφέως τοῦ συνχωρηθέντος αὐτῷ ἐκ τῶν ὑπομνημάτων τῆς στρατηγίας Αὐρηλίου Διονυσίου τοῦ καὶ Ἀμμωνίου ἐπὶ χρόνον ἔτη δύο ἔτι ἀπὸ α Θὼθ τοῦ ἐνεστῶτος ιγ ἔτους ἀπὸ τῶν ὑπαρχόντων αὐτῷ ἐν τῇ αὐτῇ Ὀξυρύγχων πόλει ἐπʼ ἀμφόδου Δρόμου Θοήριδος ἥμισυ μέρος οἰκίας καὶ αἰθρίου ὑφʼ ἣν κατάγειον καὶ αὐλῆς καὶ τῶν ταύτης χρηστηρίων πάντων κοινῆς πρὸς …ον κατὰ το…