Ancient Greek
P.Oxy. 6 914
Documentary Papyri, P.Oxy. 6 914
Not analysed yet
τοῖς μετὰ τὴν ὑπατείαν Φλαουίου Θεοδωρίχου τοῦ λαμπροτάτου Μεχεὶρ ε θ ἰνδικτίονος. Αὐρήλιος Ἀπφοῦς υἱὸς Ἁρεοῦτος μητρὸς Κυρίας ὁρμώμενος ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως Αὐρηλίῳ Σερήνῳ υἱῷ Δανιηλίου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ὀφείλειν σοι καὶ χρεωστεῖν ἀπὸ τιμῆς διαφόρων βαμμάτων ὧν ἐώνημαι παρὰ σοῦ καὶ ἐβάσταξα κατὰ τὰ μεταξὺ σύμφωνα χρυσοῦ νομισμάτια δύο, γίνεται χρυσοῦ νομισμάτια β. τὰ δὲ τοῦ χρυσοῦ νομισμάτια δύο ἀκίνδυνα ὄντα ἀπὸ παντὸς κινδύνου ἐπάναγκες ἀποδώσω σοι ἐν τῷ Φαρμοῦθι μηνὶ τοῦ ἐνεστῶτος ἔτους ρξβ ρλα τῆς παρούσης ἐνάτης ἰνδικτίονος ἀνυπερθέτως, τῆς εἰσπράξεως σοι γιγνομένης παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων ὑποκειμένων τῇ ἐκτίσει τοῦδε τοῦ χρέους ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ. κύριον τὸ γραμματεῖον δισσὸν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. γραμματεῖον Ἀπφοῦτος υἱοῦ Ἁρεώτου ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως.