Ancient Greek
P.Oxy. 6 916
Documentary Papyri, P.Oxy. 6 916
Not analysed yet
ἔτους ϛ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Παῦνι. διέγραψε Πασίωνι καὶ μετόχοις δημοσίοις τραπεζίταις Ὀξυρυγχίτου λόγου η τῆς κελευσθείσης κατʼ ἄρουραν ἀνενεχθῆναι ἀκολούθως τοῖς γραφεῖσι ὑπὸ Αἰμιλίου Σατουρνίνου τοῦ λαμπροτάτου ἡγεμόνος Τιβέριος Κλαύδιος Γέμεινος ὁ καὶ Γαιίων δραχμὰς διακοσίας, γίνονται δραχμαὶ σ. Πασίων βασιλικὸς τραπεζίτης σεσημείωμαι. καὶ τῇ ιϛ τοῦ αὐτοῦ μηνὸς ὁμοίως ὁ αὐτὸς δραχμὰς τριακοσίας τεσσεράκοντα, γίνονται δραχμαὶ τμ. Πασίων βασιλικὸς τραπεζίτης σεσημείωμαι. καὶ τῇ ια τοῦ Ἐπεὶφ ὁμοίως λόγου η δραχμὰς ἑκατὸν, γίνονται δραχμαὶ ρ. Ζωίλος ὑπηρέτης σεσημείωμαι. καὶ τῇ κδ τοῦ Φαῶφι ὁμοίως λόγου η δραχμὰς διακοσίας, γίνονται δραχμαὶ σ. …