Ancient Greek
P.Oxy. 6 928
Documentary Papyri, P.Oxy. 6 928
Not analysed yet
Λούκιος Ἀπολιναρίωι τῶι ἀδελφῶι χαίρειν. ἐπεὶ Ζωπύρου τελευτήσαντος τῇ Ταΐδι τοῦ Ἀμφιθαλέος εἰσὶν οἱ ἐφεδρεύοντες, ὡμίλησας δέ μοί ποτε περὶ τούτου, φανερόν σοι ποιῶ ἵνα ἐὰν δοκιμάσῃς ποιήσῃς πρὶν προλημφθῆναι· οὐδὲ γὰρ ὁ τοῦ Σεβαστείνου μητέρα ἔχει. ἐὰν ταρίχια σεαυτῷ ποιῇς καὶ ἐμοὶ κεράμιον πέμψον. τὰ παιδία παρʼ ἐμοῦ καὶ Ἰσιδωρίωνος προσαγόρευε. ἐρρῶσθαί σε εὔχομαι. Ἀπολιναρίωι.