Ancient Greek
P.Oxy. 6 964 descr.
Documentary Papyri, P.Oxy. 6 964
Not analysed yet
Αὐρήλιος Θέων ὁ καὶ Εὐδαίμων ἐπικαλούμενος Ἀριστίων καὶ ἡ ἀδελφὴ Σαραποῦς ἡ καὶ Ἀγαθόκλια ἀμφότεροι Ἀριστίωνος καὶ ὡς ἐχρημάτιζεν Αὐρηλίῳ Ἰσιδώρῳ χαίρειν. ὁμολογοῦμεν ἀπεσχηκέναι παρὰ σοῦ τὰ ἐνοίκια οὗ ἔχεις ἡμῶν ἐν μισθώσει καμηλῶνος ἐπʼ ἀμφόδου Ἱππέων Παρεμβολῆς τῶν ἀπὸ Φαμενὼθ ἕως Μεσορὴ τοῦ διεληλυθότος ι ἔτους ἐν δραχμαῖς διακοσίαις εἴκοσι ,μένοντος ἡμῖν τοῦ λόγου πάντων ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς Θὼθ ἐνοικίων ἀκολούθως τῇ μισθώσει. κυρία ἡ ἀποχὴ καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ἔτους ια Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Θὼθ ϛ.