Ancient Greek
P.Oxy. 6 986 col. 1-8 descr.
Documentary Papyri, P.Oxy. 6 986_1
Not analysed yet
…τοῦ αὐτοῦ ἡμίσους μέρος ψιλοῦ τόπου ἀν… μην…ρωι ἡμίσει ψιλοῦ τόπου ἰδιω …αμο… οἰκία καὶ αὐλὴ δηλωθεῖσα ἐπικεκρατῆσθαι πρὸ τῆς ἀναλήμψεως ὑπὸ Πετεσούχου Ἀμμωνᾶ τοῦ Παστωοῦτος ἀπὸ τῆς κώμης ἐξ οὗ περιγεγονέναι ἀπὸ ἐνοικίων δραχμὰς ιβ. γείτονες τῆς ὅλης οἰκίας καὶ αὐλῆς νότου τέκνων Ἥρωνος τοῦ Ζήνωνος οἰκία, βορρᾶ ῥύμη βασιλική, λιβὸς Ἁρμιύσεως Πάτρωνος διὰ κληρονόμων οἰκία, ἀπηλιώτου εἴσοδος καὶ ἔξοδος. τοῦ αὐτοῦ ιγ μέρος οἰκίας καὶ αἰθρίου ἐπικρατηθὲν ὑπὸ τοῦ αὐτοῦ ἐξ οὗ ἐδηλώθη ιε ἔτει περιγεγονέναι δραχμὰς δ. γείτονες κόλλημα ϙζ τῶν ὅλων vestig …Ἀμμωνίου Ἀμμωνίου τοῦ καὶ Ῥοδίωνος γεναμένου οὐσιακοῦ μισθωτοῦ καὶ ἐνοφειλέσαντος ἐν τ… 𐅵μέρος δ μέρους οἰκίας καὶ αὐλῆς. γείτονες τῆς ὅλης οἰκίας καὶ αὐλῆς νότου καὶ ἀπηλιώτου ῥύμη βασιλική, λιβὸς Πουήρεως οἰκία, βορρᾶ ἑτέρων οἰκία, οὗ τὸ περιγενάμενον σὺν τοῖς σιτικοῖς ὑπάρχουσι τοῦ Ἀμμωνίου ἐπάνωθε ὥρισται. …τοῦ αὐτοῦ ψιλὸς τόπος ἀπὸ μέρους ἀνοικοδομημένος ἀπὸ συνθέτης πλίνθου οὗ μέτρα νότον ἐπὶ βορρᾶ πήχεις μ, λιβὸς ἐπʼ ἀπηλιώτην τοῦ πρὸς νότον μέρους πήχεις ιθ 𐅵,ἐκ δὲ τοῦ πρὸς βορρᾶ πήχεις ιβ 𐅵,ἐξ οὗ μηδὲν περιγίνεσθαι …τῇ γεναμένῃ τῷ ιγ ἔτει ἐπελεύσει τῶν οὐσιακῶν …Φανίου Πετεσορφιώμεως τοῦ Φανίου …παρὰ …υ Ἥρωνος κωμογραμματέως Ὀξυρύγχων …τῶν ὑπὸ τοῦ τῆς μερίδος βασιλικοῦ γραμματέως Πτολεμαίου εἰς ἐπίσκεψιν μεταδοθέντων προσοδικῶν ἐδαφῶν τοῦ ιϛ ἔτους Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ. εἶναι δέ· …