Ancient Greek
P.Oxy. 60 4056
Documentary Papyri, P.Oxy. 60 4056
Not analysed yet
Πτολεμαίῳ στρατηγῷ Προσωπείτου. οἱ ὑπογεγραμμένοι ὀμνύομεν Αὐτοκράτορα Καίσαρα Τίτον Αἴλιον Ἁδριανὸν …ντωνεῖνου Σεβαστὸν Εὐσεβῆ ἀνῃρῆσθαι παρὰ Ἡρακλείδου καὶ Ἀπολλωνίου βασιλικῶν τραπεζιτῶν ἀπὸ λόγου διοικήσεως ὑπὲρ τιμῆς πυροῦ κελευσθέντος συναγορασθῆναι ἐν τῷ νομῷ ὑπὸ Μουνατίου Φήλικος τοῦ ἡγεμονεύσαντος καὶ δηλωθέντος μεμετρῆσθαι ὑφʼ ἡμῶν ἀπὸ γενήματος ιζ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀκολούθως τῷ ἐπιστάλματι ἐπισταλέντι ὑπὸ σοῦ καὶ Πρωτάρχου βασιλικοῦ γραμματέως οὗ ἕκαστος ἡμῶν ἐμέτρησεν πυροῦ ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η μηδενὸς ὑπολογηθέντος ὀνόματι ἑκατοστῶν ἢ ἄλλου τινος. ἐσμὲν δέ· Φε…υ Φερωούθεως …ἀρτάβας η 𐅵δ …υ…του υἱοῦ …