Ancient Greek
P.Oxy. 60 4058
Documentary Papyri, P.Oxy. 60 4058
Not analysed yet
ἀντίγραφον. Νεῖλος ὁ καὶ Θέων βασιλικὸς γραμματεὺς Ὀξυρυγχίτου Πομπυλλίῳ Εὐδαίμονι βασιλικῷ γραμματεῖ Ὀάσεως Θηβαΐδος τῶι φιλτάτωι χαίρειν. Θεαγένης ὁ καὶ Λαδικηνὸς Θεαγένους ἀπʼ Ὀξυρύγχων πόλεως ἐπέδωκέ μοι βιβλίδιον δηλῶν ἀπὸγεγράφθαι αὐτὸν παρὰ τῷ τῆς μητροπόλεως τῶν ἐνθάδε γραμματεῖ ὅν φησιν ἠγορακέναι κατὰ χρηματισμὸν διὰ τοῦ ἐνθάδε ἀγορανομείου τῷ Φαμενὼθ τοῦ διελθόντος κα ἔτους παρὰ …ς Ψενανούβιος τοῦ Παθ… μητρὸς Τανααβίνιος ἀπὸ …τῆς Μικρᾶς Ὀάσεως δοῦλον Ἐπαφρόδειτον ὄντα εἰς τὸ ἐνεστὸς κβ ἔτος ἐτῶν ζ ὡς καὶ ὑπʼ αὐτοῦ ἀγορασθέντα κατὰ χρηματισμὸν διὰ γραφείου Τριμείθεως τῆς ὑπὸ σοὶ Ὀάσεως τῷ Μεχεὶρ τοῦ διελθόντος κα ἔτους παρὰ Ψενοβάστιος Τιθοέους Ψεν…ς μητρὸς Τσενήσιος ἀπὸ τῆς αὐτῆς Τριμείθεως ἀγορασθέντα καὶ ὑπʼ αὐτοῦ κατὰ χειρόγραφον τῷ ιϛ ἔτει Ἀντωνίνου Καίσαρος τοῦ κυρίου …