Ancient Greek
4060.2.37 to 4060.3.67
Documentary Papyri, P.Oxy. 60 4060.2.37-4060.3.67
Not analysed yet
δηλοῦμεν μηδένα τῶν προγεγραμμένων διατρίβειν ἐν τοῖς ὑφʼ ἕκαστον ἡμῶν τόποις ἀλλὰ καὶ ἀγνοεῖν αὐτοὺς τω?ͅ καθʼ ὅλου. κόλλημα λε κολ Μεσορὴ …Ἀμμώνιος στρατηγὸς Νεσὺτ Φωκίωνι στρατηγῶι Ὀξυρυγχίτου τῶι φιλτάτωι χαίρειν. Δομίτιος Περεγρεῖνος ὁ γενόμενος τοῦ Ἑρμοῦ ἐπίτροπος ἔγραψεν τῷ τοῦ Μενδησίου στρατηγῷ καὶ ἐμοὶ περὶ πράσεως ὑπαρχόντων πρότερον Ἡρακλείδου τοῦ καὶ Ἥρωνος …μητρὸς Ἰσιδώρας ἀπὸ …αγώμεως τοῦ Μενδησίου μισθωσαμένου σὺν Ἀπολλωνίῳ Γαΐου τέλος φακοῦ ἐρείξεως, καὶ ἠθέλησεν συντιμωμένους αὐτὰ πρός τε τὴν νυνὶ οὖσαν διάθεσιν καὶ θεωρίαν καὶ τῶν προσόδων δύναμιν εἰς πρᾶσιν προκηρύσσειν καὶ ἃς ἐὰν λάβωμεν αἱρέσεις φανερὰς ποῖσαι, ἐν τοσούτῳ τὰς ἐξ αὐτῶν περιγεινομένας προσόδους προστιθεμένους τῷ κυριακῷ λόγῳ, ἀναζητῆσαι δὲ καὶ εἴ τινα ἄλλον πόρον κέκτηται παρʼ ἡμῖν ἐπὶ τοῦ ἰδίου ὀνόματος ἢ ἑτέρων ἐν πίστει καὶ τοῦτον ὁμοίως κατασχόντας προστίθεσθαι εἰς τὸ ταμιεῖον σὺν καὶ ταῖς προσόδοις καὶ τ… απα… αὐτῷ, ἐπιστείλαντας καὶ τοῖς τῶν ἄλλων νομῶν στρατηγοῖς τὸ αὐτὸ ποιῆσαι. ἵνʼ οὖν εἰ παρὰ σοὶ πόρος τις αὐτῷ ὑπάρχει ἐπὶ τοῦ ἰδίου ὀνόματος ἢ ἑτέρων τὸ ἀκόλουθον τοῖς κελευσθεῖσι ποιήσας δηλώσῃς μοι ἔγραψά σοι. κατασταθεὶς στρατηγὸς τῷ α ἔτει μηνὶ Φαῶφι πρὸς πάσας τὰς κομισθείσας μοι ἐπιστολὰς τυγχάνω ἀντιγράψας. ἐπεὶ δὲ συμβαίνει παρʼ αἰτίαν τῶν διακομιζόντων παραπίπτειν τινας, καλῶς ποιήσεις δηλώσας μοι εἰ ἔχεις ἐπιστολὴν δεομένην τῆς ἀπʼ ἐμοῦ ἀντιφωνήσεως. ἐπιστελεῖς δὲ καὶ τῷ βασιλικῷ γραμματεῖ καὶ ἐγλογιστῇ τοῦ νομοῦ ἵνʼ ἐὰν καὶ αὐτοὶ ἔχωσι ἀναντιφώνητον ἐπιστολὴν τὸ αὐτὸ ποιήσωσιν. εἰ ἐτελιώθησαν παρὰ σοὶ οἰκονομίαι διαφεροῦσαι τῷδε τῷ νομῷ δηλώσεις μοι. ὁ μέντοι τῶν ἐγκτήσεων τοῦδε τοῦ νομοῦ βιβλιοφύλαξ οὐδεμίαν οἰκονομίαν μετέδωκεν διαφεροῦσαν ἄλλοις νομοῖς …οστ…ανθη… ωθήσεται. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε. ἔτους α Παῦνι …δηλοῦμεν μηδένα πόρον ὑπάρχειν τῷ προγεγραμμένῳ περὶ τοὺς ὑφʼ ἕκαστον ἡμῶν τόπους ἀλλὰ καὶ ἀγνοεῖν αὐτὸν τῷ καθʼ ὅλου.