Ancient Greek
P.Oxy. 60 4063
Documentary Papyri, P.Oxy. 60 4063
Not analysed yet
Ἀμμωνίωι στρατηγῶι Ἀραβίας Πανοτβεῦς Ψιβήχιος μητρὸς Ταφεσιήους ἀπὸ κώμης …. ἀναδοθεὶς εὐσχήμων εἰς τὸ παραλαβεῖν συναγοραστικοῦ πυροῦ ἀρτάβας πεμπομέν… εἰς τὸν τῆς Νέας Πόλεως χειρισμὸν ἀκολούθως τῇ γραφείσῃ σοι ὑπὸ Ἰουλίου Μακεδόνος ἑκατοντάρχου, ὀμνύω τὴν Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τύχην ἐξαυτῆς παραλήμψεσθαι τὰς ἀπὸ ἐμβαλομένας εἰς πλοῖα συναγοραστικοῦ πυροῦ καὶ ταύτας κατάξειν εἰς Ἀλεξάνδρειαν καὶ παραδώσειν εἰς τὸν τῆς Νέας Πόλεως χειρισμὸν καὶ κομιεῖν ἀντιφώνησιν. ἡ χειρογραφία κυρία. παρέσχον δὲ ἐμαυτοῦ ἐγγυητὴν Ἀπολλώνιον Ἀβνησίου ἀρχιερατεύσαντα πόλεως Φακουσειτῶν. ἔτους κδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου, Ἁθὺρ . Πανοτβεῦς Πιβήχιος μητρὸς Ταπησιῆος ὤμοσα τὸν ὅρκον ὡς πρόκειται. Ἀπολλώνιος Ἀβνησίου ἀρχιερατεύσας ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα καὶ ἐνγυῶμαι αὐτόν. Ποσιδώνιος ἐν κλήρῳ ὑπηρετῶν ἐπηκολούθησα.