Ancient Greek
P.Oxy. 61 4113
Documentary Papyri, P.Oxy. 61 4113
Not analysed yet
Πετρωνίῳ Διονυσίῳ στρατηγῷ Ὧρος Ὥρου τοῦ Τοτοέως μητρὸς Τετσορα…δος ἀπὸ κώμης Ψώβθεως κάτω. ὀμνύω Αὐτοκράτορα Καίσαρα Τίτον Αἴλιον Ἁδριανὸν Ἀντωνεῖνον Σεβαστὸν Εὐσεβῆ ἑκουσίως ἐνγυᾶσθαι Διονύσιον Εὐτύχου μητρὸς Τααμοῦτος ἀπʼ Ὀξυρύγχων πόλεως καταγεινόμενον ἐν τῇ αὐτῇ Ψώβθει γενάμενον ἐπίπλοον ὃν καὶ παρέξομαι ἐμφανῆ ὁπηνίκα ἐὰν ἐπιζητῆται ἐκτὸς παντὸς ἀσύλου τόπου σκέπης πάσης ἢ ὑφέξομαι τὸν ὑπὲρ αὐτοῦ λόγον ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους β Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Ἁδριανοῦ κα. Ὧρος Ὥρου τοῦ Τοτοέως ὀμώμεκα τὸν ὅρκον καὶ ἐνγυῶμαι τὸν Διονύσιον ὡς πρόκιται. Θωνᾶς ὁ καὶ Θεωνᾶς Ὀρ…του ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. Ὡρ…