Ancient Greek
P.Oxy. 61 4122
Documentary Papyri, P.Oxy. 61 4122
Not analysed yet
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τὸ ε· Αὐρηλίῳ Σεύθῃ τῷ καὶ Ὡρίωνι λογιστῇ Ὀξυρυγχίτου παρὰ Αὐρηλίου Ἱέρακος Ἀσκληπιάδου ἀπὸ τῆς αὐτῆς πόλεως. ὅσων παρανόμως τετόλμηνται κατὰ τῆς ἡμετέρας συμβίου, Σαραπιάδος τὸ ὄνομα, ὑπὸ Ψόϊτος καὶ Τίρωνος γαμβροῦ αὐτοῦ καὶ τῶν τούτων γυναικῶν καὶ υἱῶν ἤδη πάντων τὴν διήγησιν πεποίημαι διʼ οὗ προὔθηκα δημοσίᾳ μαρτυροποιήματος. ἐπεὶ οὖν ἡ ἐνγεγραμμένη μου σύμβιος ᾐκίσθη ταῖς πληγαῖς καὶ ἔπληξαν κατὰ τοῦ βραχίονος, ἀναγκαίως ἐπιδίδωμι τάδε τὰ βιβλία, ἀξιῶν διʼ ἑνὸς τῶν περὶ σὲ ὑπηρετῶν ἐπισταλῆναι δημόσιον ἰατρὸν τὸν ἐποψόμενον ἅμα τῷ αὐτῷ ὑπηρέτῃ τὴν τῆς συμβίου διάθεσιν καὶ ἐνγράφως σοι προσφωνῆσαι καὶ αὐτὰ ταῦτα εἶναι ἐν τῇ τάξει μαρτυρίας καὶ ἀσφαλείας τῆς ἡμετέρας ἕνεκεν πρὸς τὸ τηρηθῆναί μοι τὸν λόγον περὶ τῆς ἐκδικίας παρὰ τῷ μεγέθει τῆς ἡγεμονίας. ἔτους κα καὶ ιγ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, Παῦνι κη· Αὐρήλιος Ἱέραξ Ἀσκληπιάδου ἐπιδέδωκα. Αὐρήλιος Ὡρίων ὑπηρέτης λογιστοῦ ἐπήνεγκα. ἔτους κα καὶ ιγ Παῦνι κη’.