Ancient Greek
P.Oxy. 61 4124
Documentary Papyri, P.Oxy. 61 4124
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Λικινίου Σεβαστοῦ τὸ ε καὶ Κρίσπου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α. Αὐρήλιος Χωοῦς Καμῆτος μητρὸς Ταλλῶτος ἀπὸ κώμης Τααμπεμοῦ ε πάγου τοῦ Ὀξυρυγχίτου νομοῦ Αὐρηλίῳ Ἄμμωνι Θέωνος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ ἐν χρήσει διὰ χειρὸς ἐξ οἴκου σου ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντα τρία καὶ δραχμὰς τρισχιλίας, γίνονται τάλαντα γ δραχμαὶ Γ, ἅπερ ἐπάναγκες ἀποδώσω σοι τῷ ὄντι μηνὶ Παχὼν ἄνευ τόκου καὶ ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας, εἰ δὲ μή, ἐκτίσω σοι τοῦ ὑπερπεσόντος χρόνου τόκον τὸν σταθέντα τῆς μνᾶς ἑκάστης κατὰ μῆνα ἕκαστον, γινομένης σοι τῆς πράξεως …ὑπατείας τῶν δεσποτῶν ἡμῶν Λικινίου Σεβαστοῦ τὸ ε καὶ Κρίσπου τοῦ ἐπιφανεστάτου Καισαρος τὸ α. Αὐρήλιος Χωοῦς Καμῆτος μητρὸς Ταλλῶτος ἀπὸ κώμης Τααμπεμοῦ ε πάγου τοῦ Ὀξυρυγχίτου νομοῦ Αὐρηλίῳ Ἄμμωνι Θέωνος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ ἐν χρήσει διὰ χειρὸς ἐξ οἴκου σου ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντα τρία καὶ δραχμὰς τρισχιλίας, γίνονται τάλαντα γ δραχμαὶ Γ, ἅπερ ἐπάναγκες ἀποδώσω σοι τῷ ὄντι μηνὶ Παχὼν ἄνευ τόκου καὶ ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας, εἰ δὲ μὴ, ἐκτίσω σοι τοῦ ὑπερπεσόντος χρόνου τόκον τὸν σταθέντα τῆς μνᾶς ἑκάστης κατὰ μῆνα ἕκαστον, γινομένης …χειρόγραφον Χωοῦτος ἀπὸ Ταμπεμοῦ ταλάντων γ δραχμῶν Γ.