Ancient Greek
P.Oxy. 61 4130
Documentary Papyri, P.Oxy. 61 4130
Not analysed yet
μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου Αὐγούστου τὸ θ καὶ Ἰουλιανοῦ τοῦ ἀνδρειοτάτου καὶ ἐπιφανεστάτου Καίσαρος τὸ β Παχὼν β. Αὐρηλίῳ Ἀπολλωνίῳ Ἀπολλωνίου γυμνασιάρχῳ βουλευτῇ ἐπείκτῃ δημοσίων χωμάτων νομοῦ Ὀξυρυγχίτου παρὰ Αὐρηλίων Ἡρακλείδου Φιλίσκου καὶ Οὑρῖτος Ὥρου ἀμφοτέρων κωμάρχων κώμης Μουχινάξαπ τρίτου πάγου τοῦ αὐτοῦ νομοῦ. δίδομεν καὶ εἰσαγγέλλομεν τῷ ἰδίῳ ἡμῶν κινδύνῳ εἰς ἐκβολίαν τῶν διαφερόντων τῇ ἡμετέρᾳ κώμῃ δημοσίων χωμάτων ἐπὶ τοῦ ἐνεστῶτος λδ γ ἔτους τοὺς ἑξῆς ἐνγεγραμμένους ὄντας εὐπόρους καὶ ἐπιτηδείους πρὸς τὴν χρείαν. εἰσὶ δέ· Αὐρήλιοι ἐκβολεῖς Θώνιος Ἀμόϊτος Ἰσίδωρος Φιλοξένου ἀμφότεροι ἀπὸ τῆς αὐτῆς κώμης. Αὐρήλιοι Ἡρακλείδης Φιλίσκου καὶ Ὡρῖς Ὥρου ἐπιδεδώκαμεν. Αὐρήλιος Παῦλος Πέτρου ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων.