Ancient Greek
P.Oxy. 62 4337
Documentary Papyri, P.Oxy. 62 4337
Not analysed yet
Θέωνι …στρατηγῳ παρὰ Ἡρακλείας Θέωνος τοῦ Σαραπᾶτος μητρὸς Ἡρακλείας ἀπʼ Ὀξυρύγχων πόλεως μετὰ κυρίου Ἱερακίωνος τοῦ καὶ Φανίου Φανίου ἀπὸ τῆς αὐτῆς πόλεως. βούλομαι ὠνήσασθαι ἐκ τοῦ δημοσίου ἀπὸ τῶν εἰς πρᾶσιν ὑπερκειμένων πρότερον Μάρκου Σαλουΐου Ἰούστου, οὗ τὰ πράγματα μετέπεσε εἰς τὸ ταμεῖον, περὶ κώμην Πέλα ἐκ μὲν τοῦ Σεύθου κλήρου σιτικὰς μοναρτάβου ἀρούρας δέκα ἐννέα καὶ ἰδιωτικὸν χῶμα ἐφʼ ᾧ ἄκανθαι τεσσεράκοντα μία, ὧν ἀρουρῶν γείτονες νότου γύης, βορρᾶ βασιλική, ἀπηλιώτου πλεύρισμα, λιβὸς ἡ ἑξῆς σφραγίς, τῶν τῆς συντιμήσεως ταλάντων τριῶν καὶ δραχμῶν χιλίων καὶ τῶν ἑπομένων, ἐκ δὲ τοῦ Κρότου κλήρου σιτικὰς μοναρτάβου ἀρούρας τρεῖς, ὧν γείτονες νότου χῶμα, βορρᾶ βασιλικὴ …