Ancient Greek
P.Oxy. 62 4344
Documentary Papyri, P.Oxy. 62 4344
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου τὸ γ καὶ Κώνσταντος τὸ β Αὐγούστων. Κλαυδίῳ Ἡρακλείῳ Ἡρακλείου στρατηγῷ Ὀξυρυγχίτου παρὰ Αὐρηλίων Παύλου Παθατρῆτος τεσσεραρίου καὶ Ὥρου Ὥρου καὶ Καμῆτος Ὡρίωνος κωμαρχῶν τῶν πάντων ἀπὸ κώμης Ποσομπόϋς ε πάγου. δίδομεν καὶ εἰσαγγέλλομεν τῷ ἰδίῳ ἡμῶν κινδύνῳ εἰς σιτολογίαν τῆς ἡμετέρας κώμης τοῦ ἰδιωτικοῦ κανόνος γενήματος τῆς α νέας ἰνδικτίωνος τοὺς ὑπογεγραμμένους ὄντας εὐπόρους καὶ ἐπιτηδείους πρὸς τὴν χρείαν, οὓς καὶ ἐγγυώμεθα ἑκουσίᾳ γνώμῃ ἐκτελοῦντας τὴν χρείαν ἀμέμπτως. εἰσὶν δέ. Αὐρήλιοι Κεφαλᾶς Ψεναμούνιος Ἡρακλείδης Ψεναμούνιος Διονύσιος Παειᾶτος …ης Παειᾶτος πάντας ὄντας ἀπὸ τῆς αὐτῆς κώμης παρόντας καὶ εὐδοκοῦντας. Αὐρήλιοι Παῦλος καὶ Καμῆς καὶ Ὧρος ἐπιδεδώκαμεν. Αὐρήλιος Παπνοῦτις Πανοσνέως ἔγραψα ὑπὲρ αὐτῶν γρ…. Ποσομπόϋς