Ancient Greek
P.Oxy. 62 4349
Documentary Papyri, P.Oxy. 62 4349
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουΐου Δεξικράτους τοῦ ἐνδοξοτάτου, Μεσορὴ κζ, ἀρχῇ ιγ ἰνδικτίωνος. Αὐρήλιος Ἰωάννης υἱὸς Θεοδώρου μητρὸς Ἐρεβέκκας μετʼ ἐγγυητοῦ τοῦ καὶ ἀναδεχομένου αὐτὸν διδόντα καὶ πληροῦντα τὸ ἑξῆς δηλούμενον. χρέος ἐμοῦ Αὐρηλίου Φοιβάμμωνος υἱοῦ Δανιηλίου μυλόψου, ἀμφότεροι ἑξῆς ὑπογράφοντες, ὁρμώμενοι ἀπὸ ταύτης τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως, Οὐΐκτορι παιδὶ τοῦ ἐνδοξοτάτου κόμιτος Εὐδαίμονος γεουχοῦντος ἐν τῆ αὐτῇ Ὀξυρυγχιτῶν πόλει χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Ἰωάννης δεδέχθαι παρὰ σοῦ ὑπὲρ τιμῆς τοῦ ὑποτεταγμένου σίτου κατὰ τὸ ἐντεῦθεν συναρέσαντα χρυσοῦ νομίσματα τρία παρὰ κεράτια ἓξ ἰδιωτικῷ ζυγῷ, γίνεται χρυσοῦ νομίσματα γ παρὰ κεράτια ϛ ἰδιωτικῷ ζυγῷ ἐπὶ τῷ μὲ, ἢ καὶ μὲ τὸν τούτου ἐγγυητὴν ἐνεχόμενον ὑπὲρ αὐτοῦ εἰς καταβολὴν ὑπὲρ τούτων, διδόναι σοι σίτου ἀρτάβας δεκατρεῖς ἥμισυ μέτρῳ δικαίῳ ἐν τῇ νεομηνίᾳ τοῦ ἑξῆς μηνὸς Θὼθ τοῦ εἰσιόντος ἔτους ρπα ρν ἐκ νέων καρπῶν τρεισκαιδεκάτης ἐπινεμήσεως. εἰ δὲ μὴ τὸν αὐτὸν σῖτον ἀποδώσομεν -ἢ ἐγὼ ὁ ὀφειλέτης ἢ καὶ ἐγὼ ὁ τούτου ἐγγυητής, ὁμολογοῦμεν ἐξ ἀλληλεγγύης διδόναι ἐν τῇ προθεσμίᾳ τὰ αὐτὰ τοῦ χρυσοῦ νομίσματα τρία παρὰ κεράτια ἓξ τοῦ αὐτοῦ μου ἐγγεγραμμένου …γραμμάτιον Ἰωάννου μετʼ ἐγγυητοῦ Φοιβάμμωνος …