Ancient Greek
P.Oxy. 62 4351
Documentary Papyri, P.Oxy. 62 4351
Not analysed yet
……ὁμολογοῦμεν διὰ τῆς παρούσης ἐγγράφου ἡμῶν ἀσφαλείας ἄνευ δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ πάσης περιγραφῆς ἐγκινδυνεύειν μετὰ σοῦ τοῦ προγεγραμμένου Ἰωάννου φροντιστοῦ καὶ ἐξανύσαι τὰ δημόσια τοῦ ἡμῶν κτήματος τῆς παρούσης ὀγδόης ἰνδικτίωνος καὶ καταβαλεῖν ἐπὶ τὸν ἔνδοξον οἶκον, οὐ μὴν δὲ ἀλλὰ καὶ εἰσπρᾶξαι καὶ τὸν σῖτον τῆς ἐμβολῆς ἡμῶν τῆς σὺν θεῷ ἐνάτης ἰνδικτίωνος καὶ δοῦναι εἰς τὸν αὐτὸν ἔνδοξον οἶκον καὶ μηδὲν ἐᾶσαι ἐν λοιπάδι εἴτε ἐκ τῶν χρυσικῶν δημοσίων τῆς παρούσης ὀγδόης ἰνδικτίωνος εἴτε καὶ ἐκ τοῦ σίτου τῆς ἐμβολῆς τῆς σὺν θεῷ ἐνάτης ἐπινεμήσεως κινδύνῳ ἡμῶν καὶ σοῦ τοῦ αὐτοῦ Ἰωάννου, εἰ δὲ οἷα ἀπομείνιτο ἐν λοιπάδι εἴτε ἐκ τῶν χρυσικῶν ἢ καὶ ἐκ τοῦ σίτου, ὁμολογοῦμεν μετὰ σοῦ ταῦτα οἴκοθεν καὶ ἐξ ἰδίων ἡμῶν δοῦναι εἰς τὸν αὐτὸν ἔνδοξον οἶκον. ὁμολογῶ δὲ καὶ ἐγὼ Ἰερημίας υἱὸς Ὥρου ἐγκινδυνεύειν σὺν τοῖς ἄλλοις εἰς πάντα τὰ ἐν ταύτῃ ὁμολογίᾳ. κυρία ἡ παροῦσα ὁμολογία ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Φοιβάμμων υἱὸς Ἰωάννου ὁ προγεγραμμένος στοιχεῖ μοι ἡ παροῦσα ὁμολογία ὡς πρόκειται. Φοιβάμμων υἱὸς Ἰερημίου ὁ προγεγραμμένος στοιχεῖ με ἡ παροῦσα ὁμολογία ὡς πρόκειται. Αὐρήλιος Παμένης υἱὸς Ὥρου ὁ προγεγραμμένος στοιχεῖ μοι ἡ παροῦσα ὁμολογία ὡς πρόκειται. τὸ κοινὸν τῶν ἄλλων ὀνομάτων στοιχεῖ ἡμῖν ἡ παροῦσα ὁμολογία ὡς πρόκειται. Ἰωάννης Σαρ… ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων. Παμμένης Παμμένου ὁ π…υ… …τῶν ἀπὸ κτήματος Πακερκυ τῶν χρυσικῶν …