Ancient Greek
P.Oxy. 63 4353
Documentary Papyri, P.Oxy. 63 4353
Not analysed yet
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Διοκλητιανοῦ τὸ θ καὶ Μαξιμιανοῦ τὸ η Σεβαστῶν. …Αὐρήλιος Ἡρακλᾶς Ζωϊλᾶτος μητρὸς Τααφύγχιος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτων πόλεως, ταπητόυφος τὴν τέχνην, Αὐρηλίῳ Κεφάλωνι Ἀμμωνίου …τος ἀπὸ τῆς αὐτῆς πόλεως, ἐπιστάτῃ ἐργαστηρίου τῆς αὐτῆς τέχνης, χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ ἐν προχρείᾳ ἀργυρίου τάλαντα δύο, γίνονται τάλαντα β, ἐφʼ ᾧτʼ ἐμὲ συνεργάσασθαί σοι ἐν ᾧ ἔχεις ἐργαστηρίῳ ταπητουφικῷ ἐν τῇ αὐτῇ πόλει λαμβάνοντα παρὰ σοῦ ἡμερησίως ὑπὲρ μισθοῦ ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι ,καὶ μὴ ἐξεῖναί μοι ἐγκαταλείπειν τὸ ἐργαστήριον. ἐὰν δὲ ἐγκαταλείψω, πάραυτα ἐκτείσω σοι τὰ προκείμενα τοῦ ἀργυρίου τάλαντα δύο ἄνευ τόκου καὶ ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας, γινομένης σοι τῆς πράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κύριον τὸ τῆς προχρείας χειρόγραφον ἁπλοῦν γραφὲν πανταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους κ καὶ ἔτους ιβ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, Φαρμοῦθι ιθ. Αὐρήλιος Ἡρακλᾶς ἔσχον τὰ τῆς προχρείας τάλαντα δύο καὶ ἀποδώσω ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀγαθὸς Δαίμων Διονυσίου ἔγραψα ὑπὲρ αὐτοῦ ἀξιωθεὶς φαμένου μὴ εἰδέναι γράμματα.