Ancient Greek
P.Oxy. 63 4357
Documentary Papyri, P.Oxy. 63 4357
Not analysed yet
μηνιαῖα Φαῶφι ιβ ἔτους καὶ ι ἔτους, β ἔτους ἐπὶ Ἀμμωνιανοῦ λογιστοῦ. καὶ προανήλωται ἐπὶ μηνῶν Ἁθὺρ καὶ Χοίακ τοῦ διελθόντος ἔτους εἰς τὸν ἐνταῦθα ἐπιτελεσθέντα ὑπὲρ νίκης καὶ αἰωνίου διαμονῆς τῶν δεσποτῶν ἡμῶν βασιλέων τε καὶ Καισάρων ἱερὸν Καπιτωλιακὸν πενταετηρικὸν ἀγῶνα τὰ μὴ διὰ μηνιαίων λόγων σημανθέντα ἄχρι δεῦρο διὰ τὸ Νικόβουλον, ταμίαν ὄντα πολιτικῶν χρημάτων, ἀνακεχωρηκέναι, προ… δὲ γεγενῆσθαι ἔξωθεν, μετὰ τὰ ἐπινοηθέντα …π…λογ…χ… τοῦ αὐτοῦ ἀγῶνος ἀργυρίου τάλαντα υκζ δηνάρια φ καὶ τὴν γενομένην ἐπίδοσιν τῶν βουλευτῶν ταλάντων ρ μόνων, τάλαντα ξ, ἐντεῦθεν ἀπὸ τοῦ πολιτικοῦ λόγου ἀκολούθως τῇ κατακειμένῃ κελεύσει καὶ τῷ ἔθει τάλαντα ριε.