Ancient Greek
P.Oxy. 63 4359
Documentary Papyri, P.Oxy. 63 4359
Not analysed yet
τοῖς τὸ τέταρτον ἐσομένοις ὑπάτοις, πρὸ δεκαεπτὰ Καλανδῶν Σεπτεμβρίων, ἥτις ἐστὶν Μεσορὴ τρίτη καὶ εἰκὰς ἐν …. ἀγαθῇ τύχῃ. ἐπρίατο καὶ κατεγράφη διὰ τοῦδε τοῦ διπλώματος ἔν τε νομῇ καὶ δεσποτείᾳ παρείληφεν Οὐαλέριος Πρίσκος, στρατιώτης λεγεῶνος ἕκτης Σιδηρᾶς τῶν ὑπὸ Οὐαλεριανὸν πραιπόσιτον διακειμένων ἐν Συήνῃ τῆς Θηβαΐδος, παρὰ Αὐρηλίου Λογγίνου υἱοῦ Ναροῦ Συεδρέως τῆς Ἰσαυρίας οἰκοῦντος ἔγγιστα Ματιδίου θείου αὐτοῦ καὶ Κόνωνος ἐν τοῖς ἰδίοις, μετὰ συμβεβαιωτοῦ ἀναδεχομένου τὴν καθαροποίησιν τῆσδε τῆς καταγραφῆς καὶ τῇ ἰδίᾳ πίστει εἶναι κελεύοντος καὶ ἐντελλομένου Αὐρηλίου …ιδέου Γοργονίου καὶ αὐτοῦ τῆς αὐτῆς Συεδρέων πόλεως οἰκοῦντος …ντ… Λογγίνῳ ὁμολογοῦντος καὶ …