Ancient Greek
P.Oxy. 63 4373
Documentary Papyri, P.Oxy. 63 4373
Not analysed yet
Ἀπφοῦς καὶ Ἰσιδωριανὸς Χαιρήμονι οἰνοχειριστῇ χαίρειν. δὸς Σαραπίωνι ἀπὸ Σεβεννύτου τίρωνι ἐπιδεδωκότι ἑαυτὸν εἰς στρατείαν εἰς τοὺς νῦν κελευσθέντας εἰσενεχθῆναι νεολέκτους ἐπὶ τῆς ζ ἐπινεμήσεως ὑπὲρ τῆς οὐσίας τῶν κυρίων μου γεούχων καὶ νῦν ὑπὲρ ἡμερῶν δ τῶν ἀπὸ Ἐπεὶφ β ἕως ε οἴνου κεράμιον ἓν μόνον, α. ἐρρῶσθαί σε εὔχομαι ἔτους μ θ ,Ἐπεὶφ β. πολλοῖς χρόνοις. δὸς οἴνου κεράμιον α.