Ancient Greek
P.Oxy. 63 4376
Documentary Papyri, P.Oxy. 63 4376
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουΐων Λουπικίνου καὶ Ἰοουΐνου τῶν λαμπροτάτων, Φαμενὼθ κθ. Αὐρήλιος Ζωΐλος πολιτευόμενος τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως Αὐρηλίῳ Διονυσίῳ ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ἴσον τῆς ἐπενεχθείσης προστάξεως ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου λαμπροτάτου ἐπάρχου τῆς Αἰγύπτου Φλαουΐου Εὐτολμίου Τατιανοῦ κατά τε σοῦ καὶ τοῦ υἱοῦ Θέωνος ἐξ ὁλοκλήρου ἐντεταγμένον ἐπιστέλλεταί σοι ἵνʼ εἰδείης καὶ τοῖς προστεταγμένοις ἁρμόσῃς. ἐρρῶσθαι εὔχομαι …πολλοῖς χρόνοις. …