Ancient Greek
P.Oxy. 63 4388
Documentary Papyri, P.Oxy. 63 4388
Not analysed yet
τοῖς μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Ὁνωρίου τὸ ιγ καὶ Θεοδοσίου τὸ ι τῶν αἰωνίων Αὐγούστων, Μεχεὶρ γ. Αὐρήλιος Ἄγαθος Ἀγάθου κυβερνήτης πλοίου τῆς θειοτάτης οἰκίας Αὐρηλίῳ Αὐρηλιανῷ Ἀρτεμιδώρου ἀπὸ τῆς αὐτῆς πόλεως κυβερνήτῃ πλοίου τῆς αὐτῆς θειοτάτης οἰκίας χαίρειν. ὁμολογῶ παρειληφέναι παρὰ σοῦ μισθωτικῷ δικαίῳ ἄγκυραν σιδηρᾶν ὁλκῆς κεντηναρίων δύο μνῶν δεκατριῶν πλέον ἔλαττον καὶ κεράτιον ἓν πηχῶν εἰκοσιτεσσάρων καὶ κώπην μίαν πηχῶν δεκαέξ, καὶ τελέσω ὑπὲρ μισθοῦ …οσαυ… κατὰ μῆνα ἕκαστον ἀπὸ νεομηνίας Τῦβι …ης ἕκτης ἰνδικτίωνος οἴνου ξέστας ἐνενήκοντα ἀκοιλάντως καὶ ἀποκαταστήσω …ε… …Αὐρηλιαν…