Ancient Greek
4397.r.163 to 4397.r.193
Documentary Papyri, P.Oxy. 63 4397.r.163-193
Not analysed yet
ἔτι περιόντος δοθῆναι αὐτοῖς, καὶ ἐπʼ ἀσφαλείᾳ τῶν παρʼ αὐτῶν διομολογηθέντων μάρτυρα τὸν θεὸν ἐπικαλούμενοι ὡμολόγησαν τούτοις ἐμμένειν, ταῦτα διαφυλάττειν, κύρια ἡγεῖσθαι διὰ παντός, καὶ μὴ ἐναντιωθῆναι αὐτοῖς ἢ μέρει αὐτῶν ἢ κεφαλαίῳ, μὴ νῦν, μὴ μετὰ ταῦτα, μὴ ἐν δικαστηρίῳ ἐπιχωρίῳ ἢ ὑπερορίῳ, μὴ ἐκτὸς δικαστηρίου, μὴ διὰ δεήσεως ἐπανατεινομένης τῷ καλλινίκῳ ἡμῶν δεσπότῃ, μὴ ἐπὶ φίλων αἰτιᾶσθαι, μηδὲ μέμψασθαι αὐτοῖς ἢ μέρει αὐτῶν, ἢ δικαίῳ ἢ ἐν ἁγίαις ἐκκλησίαις, μηδὲ λέγειν περιγραφήν τινα ἢ ῥᾳδιουργίαν ὑπομεμενηκέναι διὰ τὸ καὶ κεκριμένῳ λογισμῷ καὶ ἐκ τῶν ἠκριβωμένων νόμων μαθεῖν μηδεμίαν αὐτοὺς ἔχειν ἀγωγὴν μηδὲ μεθοδίαν νομίμως ἐπὶ τῇ ὑποθήκῃ τῆς εἰρημένης μηχανῆς διὰ τό, ὡς εἴρηται, προγενεστέρας εὑρῆσθαι τὰς ὑποθήκας τὰς ἐν ταῖς δανειακαῖς συγγραφαῖς Στρατηγίου τοῦ πανευφήμου τῇ μνήμῃ, ἀλλὰ λόγῳ εὐσεβείας τὰ αὐτὰ πεντήκοντα ὀκτὼ νομίσματα δοθῆναι αὐτοῖς ἤτοι τῷ εὐαγεῖ αὐτῶν κοινοβίῳ. καὶ προσομολογοῦσιν πάντα δόλον πονηρὸν ἀπεῖναι ἀπέσεσθαι ταύτης τῆς ὁμολογίας, κρατεῖν δὲ αὐτὴν κατʼ αὐτῶν καὶ τῶν μετʼ αὐτοὺς οἰκονομησόντων καὶ προεστώτων τὸ αὐτὸ εὐαγὲς κοινόβιον εἰς τὸν ἐφεξῆς ἅπαντα χρόνον καὶ ἐπερωτηθέντες ἐφʼ ἅπασιν κατὰ πρόσωπον ὡμολόγησαν καὶ ὑπέθεντο ἐπʼ ἀσφαλείᾳ τῆς παρούσης ὁμολογίας πάντα ὑπάρχοντα καὶ ὑπάρξοντα τῷ εὐαγεῖ κοινοβίῳ ἰδικῶς καὶ γενικῶς ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ πλήρει τύπῳ τῷ περὶ ὑποθηκῶν μηδενὸς ὑπεξαιρεθέντος ἢ ὑπεξαιρεθῆναι δυναμένου ταύτης τῆς ὑποθήκης καὶ ἀναγνωσθέντων πάντων καὶ ἑρμηνευθέντων αὐτοῖς καὶ ἀρεσθέντων ὑπέγραψαν διὰ Παμουθίου αἰτηθέντος παρʼ αὐτῶν ἀγραμμάτων ὄντων, τοῦ προεστῶτος καὶ τοῦ οἰκονόμου βαλόντων ἀνασημιο…ο… πρὸς πίστιν καὶ βεβαίωσιν τῶν παρʼ ἡμῶν διομολογηθέντων καὶ ταύτας τὰς δανειακὰς συγγραφὰς ἃς ἐξέθετο τῷ εὐαγεῖ ἡμῶν κοινοβίῳ ὁ τῆς λαμπρᾶς μνήμης Διογένης, εἰ καὶ τὰ μάλιστα οὐδεμίαν ἐξ αὐτῶν ἔχομεν βοήθειαν, ἀνεδώκαμεν τῇ ὑμετέρᾳ ὑπεροχῇ. κυρία ἡ ὁμολογία. ἁπλῆ ἐγράφη, ὡς πρόκειται.