Ancient Greek
P.Oxy. 63 4399
Documentary Papyri, P.Oxy. 63 4399
Not analysed yet
…Φλαουΐου Δωροθέου …ανοῦ Ἀμμωνίου …τοῦ ἐνδοξοτάτου κόμιτος τῶν καθωσιωμένων δομεστικῶν καὶ ἐπάρχου Αὐγουσταλίου τὸν τόπον ἐπέχοντος τῶν ὑπερλάμπρων καὶ ἐξοχωτάτων ἐπάρχων ἐπὶ τῆς Αἰγυπτιακῆς διοικήσεως κατὰ θεῖον θέσπισμα, διὰ Φλαουΐου Ἰωάννου ἐκβιβαστοῦ τῆς Ἀρκάδων ἐπαρχίας. ἐγὼ Ἡραῒς ἡ εὐγενεστάτη παραβάλλω τῇ ὑμῶν ἐντρεχείᾳ τοὺς ἑξῆς ὑποτεταγμένους αἰτιαθέντας παρʼ ἐμοῦ ἐπὶ τῆς αὐτῶν ἐνδόξου μεγαλοπρεπείας ὡς ὑπευθύνους μοι τυγχάνοντας κατὰ διαφόρους καὶ ποικίλους τρόπους καθὼς τὰ ἐπʼ αὐτοῖς φοβερῶς ἀποπεφασμένα περιέχει, οὕτως· εἰσὶν δέ. Φοιβάμμων υἱὸς Ἀκακίου διὰ βοηθοῦ λογιστηρίου, Ἰωάννης υἱὸς Ἀνουθίου ταπητάριος, εἰς χρυσοῦ νομισμάτια ρ πλέον ἔλαττον, Ἀνοῦθις υἱός.