Ancient Greek
P.Oxy. 64 4433
Documentary Papyri, P.Oxy. 64 4433
Not analysed yet
Δίδυμος Διδύμου τοῦ Διδύμου μητρὸς Σαραποῦτος ἀπʼ Ὀξυρύγχων πόλεως τῇ γενομένῃ τοῦ μετηλλαχότος μου πατρὸς Διδύμου γυναικὶ Ταϋσοράπει Ἄπειτος μητρὸς Τατείχιος ἀπὸ τῆς αὐτῆς πόλεως μετὰ κυρίου τοῦ συγγενοῦς Ὥρου χρηματίζοντος μητρὸς Τανεσνέως ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ παρειληφέναι τὰ ἀπολειφθέντα ὑπὸ τοῦ σημαινομένου καὶ μετηλλαχότος ἐμοῦ μὲν πατρός, σοῦ δὲ ἀνδρός, Διδύμου ἔπιπλα καὶ σκεύη καὶ ἐνδομενίαν καὶ τἆλλα πάντα καὶ μηδέν σοι ἐγκαλεῖν μηδὲ ἐγκαλέσειν μηδὲ ἐπελεύσεσθαι μήτε περὶ τούτων μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς γραπτοῦ ἢ ἀγράφου πράγματος τὸ σύνολον τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας παρευρέσει μηδεμιᾷ. κυρία ἡ χείρ. ἔτους ιε Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Θὼθ κε. Δίδυμος Διδύμου παρείληφα τὰ ἀπολειφθέντα. …