Ancient Greek
P.Oxy. 64 4441 col. 2
Documentary Papyri, P.Oxy. 64 4441_2
Not analysed yet
ρζ Οὐαλερίῳ Ἀμμωνιανῷ τῷ καὶ Γεροντίῳ λογιστῇ Ὀξυρυγχίτου βουλευτῇ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως… παρὰ Αὐρηλίου Διοσκόρου Ἥρωνος ἀπὸ τῆς αὐτῆς πόλεως δημοσίου ἰατροῦ. ἐπεστάλην ὑπὸ σοῦ ἐκ βιβλιδίων ἐπιδοθέντων σοι ὑπὸ Αὐρηλίου Ὥρου Ὥρου καταγινομένου ἐν ἐποικίῳ Ἡμιοβελίτου περὶ κώμην Σενεκελεοὺ Αὐρηλίου Θέωνος ἀπὸ βενεφικιαρίων ὥστε ἐπιδεῖν τὸν ἐγγεγραμμένον τοῖς βιβλιδίοις ἀδελφὸν αὐτοῦ Φῖβιν καὶ ἣν ἐὰν καταλάβω διάθεσιν περὶ αὐτὸν ἐγγράφως προσφωνῆσαι. ὅθεν γενόμενος ἐπὶ τὸν δηλούμενον ἐποίκιον Ἡμιοβελίτου καλούμενον ἐπεῖδον τὸν Φῖβιν κλινήρη ἔχοντα κατὰ μέσον τῆς κεφαλῆς διαίρεσιν καὶ κατὰ τῆς ἀριστερᾶς ὠμοπλάτης καὶ τοῦ ὤμου …καὶ κατὰ τοῦ βραχίονος καὶ …εως τῆς δεξιᾶς …ὅθεν προσφωνῶ. …Καικινίου Σαβίνου καὶ Οὐεττίου Ῥουφίνου τῶν λαμπροτάτων, …Αὐρήλιος Διόσκορος ἐπιδέδωκα προσφωνῶν ὡς πρόκειται.