Ancient Greek
P.Oxy. 65 4493
Documentary Papyri, P.Oxy. 65 4493
Not analysed yet
κυρίᾳ μου μητρὶ Θαήσει Ἡρακλείδης υἱὸς πλεῖστα χαίρειν. τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ θεῷ. μὴ ἀμελήσεις οὖν ἐνοχλήσειν αὐτοῖς. ἔντελλε Ἀρτεμιδώρῳ ὅτι καθὼς εἰρήκαμέν σοι ὅτι μὴ ἀμελήσεις· ἐὰν ἀπέσχῃ ἡ πρώτη ἡμέρα τῆς ἑορτῆς μὴ ἀφῇς αὐτοῖς μηδεμίαν ἡμέραν. ἐὰν μάθῃς οὖν ὅτι οὐκ ἐφρόντικάν σε, ὕπαγε πρὸς τὸν λογιστὴν καὶ ἔντυχε αὐτῷ ὅτι ἢ δός μοι τοὺς ἀρτοκόπους ἢ δός μοι γράμματα πρὸς Διονυσόδωρον· ὅτι καὶ μὴ ἀμελήσεις περὶ τοῦ ἐλαίου. ἀσπάζομαι τὴν ἀδελφήν μου. ὕπαγε πρὸς τὸν ἑψατήν μου Μώρου τὸν χειριστὴν καὶ ὑπάγει τῷ λογιστῇ καὶ βάλλει αὐτοὺς ἔξω. ὑπηρέτησον τὰ ὀρνίθια. μὴ πωλήσεις οὖν ἐξ αὐτῶν ἄχρι ἔλθω. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις. ἀπόδος Θαήσει παρὰ Ὡρίωνος κλιβανέως.