Ancient Greek
P.Oxy. 66 4526
Documentary Papyri, P.Oxy. 66 4526
Not analysed yet
ἀντίγραφον. Κλαύδιος Ἡρώδης στρατηγὸς Ὀξυρυγχίτου Θέωνι καὶ μετόχοις δημοσίων τραπεζίταις τοῦ αὐτοῦ νομοῦ χαίρειν. χρηματίσατε συνεπιστέλλοντος Ἑρμαίου βασιλικοῦ γραμματέως τοῖς ὑπογεγραμμένοις διεραματίταις ἀπʼ Ὀξυρύγχων πόλεως ἐξ ἀλληλεγγύης ἡμίναυλον τοῦ ἀρχῆθεν ὡρισμένου ναύλου τῶν ἑκατὸν ἀρταβῶν δραχμαὶ λε ἐφʼ ᾧ παραδώσουσι εἰς τὴν Νέαν Πόλιν τῷ ἰδίωι κινδύνῳ τὸν ἐμβληθησόμενον αὐτοῖς πυρὸν οὐσιακὸν ὑπὸ Κλαυδίου Θέωνος καθαρὸν ἀπὸ πάσης κακουργίας· τὰ συναγόμενα τοῦ ἡμιναύλου ὧν ἐμβάλλονται χωρὶς ἐπιμηνίων τῶν συνήθως …λλομένων· Κιλικᾶι Π…τ…υ ἀγωγῆς ἀρταβῶν φλ ἀρτάβαι φ δραχμαὶ πζ τριώβολον Ἡρακλήωι Ἡρακλήου ἀγωγῆς ἀρταβῶν φλ ἀρτάβαι φ δραχμαὶ πζ τριώβολον Ἁρπάλῳ Ἁρπάλου ἀρταβῶν τιη ἀρτάβαι τ δραχμαὶ νβ τριώβολον Ἀμόιτι …α…ους ἀρταβῶν τιη ἀρτάβαι τ δραχμαὶ νβ τριώβολον Σαραπίωνι …ηιο ἀρταβῶν τοα ἀρτάβαι τν δραχμαὶ ξα ὀβολὸς Παποντῶτι Σύρου ἀρταβῶν τιη ἀρτάβαι τ δραχμαὶ νβ τριώβολον Ὥρῳ …χου ἀρταβῶν σιβ ἀρτάβαι σ δραχμαὶ λε Ἡρα… ἀρταβῶν σιβ ἀρτάβαι σ δραχμαὶ λε Λο… ἀρταβῶν τιη ἀρτάβαι τ δραχμαὶ νβ τριώβολον Ἑρμοῦτι Δαμαρίωνος ἀρταβῶν υκδ ἀρτάβαι υ δραχμαὶ ο Διονυσίωι Διονυσίου Σαπρων ἀρταβῶν τιη ἀρτάβαι τ δραχμαὶ νβ τριώβολον ἐπὶ τὸ αὐτὸ δραχμαὶ ψνβ τριώβολον, ἐξ ὧν ὑπολογήσατε τὰς συνήθως προστιθεμένας τῷ κυριακῷ λόγῳ ἑκατοστὰς καὶ λάβετε παρʼ αὐτῶν τὴν καθήκουσαν ἀποχήν. ἔτους β Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ Τῦβι …Σεβαστῆι. …