Ancient Greek
P.Oxy. 66 4529
Documentary Papyri, P.Oxy. 66 4529
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐάλεντος τὸ ε καὶ Οὐαλεντινιανοῦ νέου τὸ α τῶν αἰωνίων Αὐγούστων, Παῦνι κη. Φλαουΐῳ Μακροβίῳ λογιστῇ Ὀξυρυγχίτου παρὰ Αὐρηλίων …υ καὶ Διονυσίου καὶ Εὐδαίμονος τῶν τριῶν δημοσίων ἰατρῶν τῆς αὐτῆς πόλεως. ἐπεστάλημεν ὑπὸ τῆς σῆς ἐμμελείας ἐκ βιβλιδίων ἐπιδοθέντων σοι ὑπὸ Φλαουΐου Φιλοξένου στατιωναρίου ὥστε ἐπιθεωρῆσαι τὴν περὶ αὐτὸν διάθεσιν καὶ ἐγγράφως προσφωνῆσαι. ὅθεν τοῦτον ἐπεθεωρήσαμεν ἐπὶ τῆς πόλεως ἔχοντα …