Ancient Greek
P.Oxy. 66 4534
Documentary Papyri, P.Oxy. 66 4534
Not analysed yet
ὑπατείας Ἰουλίου Κωνσταντίου πατρικίου ἀδελφοῦ τοῦ δεσπότου ἡμῶν Κωνσταντίνου Αὐγούστου καὶ Ῥουφίου Ἀλβίνου τῶν λαμπροτάτων. ἐμίσθωσεν Αὐρήλιος Γοῦνθος Εὐτυχίου ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως Φλαουίῳ Ἰσίωνι στρατιώτῃ …ρ…ος καὶ Διοσκοράμμωνος ἀπὸ τῆς αὐτῆς πόλεως ταρσικαρίου ἐπʼ ἐνιαυτὸν ἕνα ἀπὸ τοῦ ὄντος μηνὸς Φαῶφι τοῦ ἐνεστῶτος λ κ ιβ γ ἱστὸν ἕνα ταρσικοϋφικὸν τέλειον ἐξηρτισμένον πάσῃ ἐξαρτίᾳ ἐπὶ τῷ ἀντὶ ἐνοικίου ἐξυφᾶναί σοι ἀμισθὶ κατὰ μῆνα ἕκαστον λίνου Μενδησίου λίτρας δύο σοῦ τοῦ Γούνθου παρέχοντος τὰ λίνα. καὶ μετὰ τὸν χρόνον παραδώσω τὸν ἱστὸν ὑγιῆ ὡς καὶ παρείληφα ἢ οὗ ἐὰν μὴ παραδῶ ἐκτίσομεν τὴν ἀξίαν τιμὴν γινομένης σοι τῆς πράξεως ὡς καθήκει. κυρία ἡ μίσθωσις καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ὑπατείας τῆς προκειμένης, Φαῶφι ε. Αὐρήλιος Γοῦνθος μεμίσθωκα τὸν ἱστὸν ὡς πρόκειται.