Ancient Greek
P.Oxy. 66 4544
Documentary Papyri, P.Oxy. 66 4544
Not analysed yet
χαῖρε κύριέ μου Ἡγούμενε παρὰ Εὐδαίμονος. παραγενόμενος εἰς Ἡρακλεοπολίτην δέδωκα τὰ β κεράμια Πασικᾷ τῶν ἐλαιῶν ἵνα σοι ἀποδῷ. ἀλλὰ καὶ τὸ ἐργατικὸν τοῦ μαγείρου σου ὅσον οὔπω ἢ πέμψω ἢ κομιῶ, ὅταν μοι ποιήσῃς γραφῆναι, εἴ γε βούλει πρὸς σὲ γενέσθαι. τῷ ἀγαθωτάτῳ Χρησίμῳ τὸ ἐντόλιον ἐκεῖ ἐνεγκὼν τῷ αὐτῷ δέδωκα Πασικᾷ. ἐάν σοι ἡδὺ ᾖ, γράψεις μοι τί βούλει πρὶν ταξ… θέλουσι λαβεῖν προσ…ρεσιν. μηδὲν ὑπὲρ τιμῆς δῷς τῷ τὰς ἐλαίας σοι διδόντι. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου.