Ancient Greek
P.Oxy. 67 4587
Documentary Papyri, P.Oxy. 67 4587
Not analysed yet
μεμέτρηται εἰς τὸ δημόσιον πυροῦ γενήματος τοῦ ἐνεστῶτος ἐννεακαιδεκάτου ἔτους Αὐρηλίου Ἀντωνίνου καὶ Λουκίου Αὐρηλίου Κομμόδου Σεβαστῶν, διὰ σιτολόγων κάτω τοπαρχίας Ταλαὼ τόπων, Γάϊος Ἰούλιος Διογένης, πυροῦ ἀρτάβας πεντήκοντα ,γίνονται πυροῦ ἀρτάβαι πεντήκοντα . Φιλάδελφος σιτολόγος σεσημείωμαι τὰς τοῦ πυροῦ ἀρτάβας πεντήκοντα, γίνονται ἀρτάβαι ν. Ὧρος σιτολόγος σεσημείωμαι τὰς τοῦ πυροῦ ἀρτάβας πεντήκοντα, γινονται ἀρτάβαι ν.