Ancient Greek
P.Oxy. 67 4598
Documentary Papyri, P.Oxy. 67 4598
Not analysed yet
ὑπατείας Φλαουίων Ταύρου καὶ Φλωρεντίου τῶν λαμπροτάτων, Ἐπεὶφ ιϛ. Σεπτιμίῳ Ἀπολλωνίῳ στρατηγῷ Ὀξυρυγχίτου παρὰ Αὐρηλίου Εὐτρυγίου Λευκαδίου ἄρξαντος βουλευτοῦ πραιποσίτου ι πάγου τοῦ Ὀξυρυγχίτου. ὁμολογῶ ὀμνὺς τὸν σεβάσμιον θεῖον ὅρκον τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου αἰωνίου Αὐγούστου καὶ Ἰουλιανοῦ τοῦ ἀνδρειοτάτου καὶ ἐπιφανεστάτου Καίσαρος παραδεδωκέναι …ἐπὶ τῆς λαμπροτάτης Πηλουσιωτῶν μητροπόλεως …τῆς εὐτυχοῦς πέμπτης ἰνδικτίονος …κρέως χοιρείου λίτρας τρισχιλίας ὀγδοήκοντα ἓξ καὶ ἀχύρου λιτρῶν μυριάδας ἐννέα καὶ δισχιλίας διακοσίας, γίνονται κρέως λίτραι Γπϛ ἀχύρου λίτραι μυριάδες θ Βσ, ἀκολούθως ταῖς ἐκδοθείσαις μοι ὑπʼ αὐτῶν ἀποχαῖς ὡς ἑξῆς ὑποτέτακται ἃς καὶ διαστέλλω …καὶ μηδὲν διεψεῦσθαι …