Ancient Greek
P.Oxy. 67 4600
Documentary Papyri, P.Oxy. 67 4600
Not analysed yet
ἔστι δὲ καὶ τὸ ἴσον τῶν ἀποχῶν· ὑπατείας Φλαουίων Ταύρου καὶ Φλωρεντίου τῶν λαμπροτάτων, Παῦνι κ. Αὐρήλιος Ἱέραξ Σαπρίωνος βουλευτὴς τῆς Πηλουσιωτῶν μητροπόλεως ἐπιμελητὴς ἀννωνῶν διὰ ἐμοῦ Αὐρηλίου Κλήμη Κλήμεντος βουλευτοῦ τῆς αὐτῆς πόλεως Αὐρηλίῳ Εὐτρυγίῳ Λευκαδίου πολιτευομένῳ τῆς Ὀξυρυγχιτῶν πόλεως χαίρειν. ὑπεδεξάμην παρὰ σοῦ ὑπὲρ τῆς υμετέρας κτήσεως τῆς εὐτυχοῦς πέμπτης ἰνδικτίονος κρέως λίτρας τρισχιλίας ὀγδοήκοντα ἕξ, γίνονται λίτραι Γπϛ μόνας ἐκ πλήρους, ἃς καὶ λημματίσω διὰ τῶν μηνιαίων μου λόγων, καὶ ἐξεδόμην σοι τήνδε τὴν ἀποχὴν πρὸς ἀσφάλειαν, ἐσχηκὼς παρὰ σοῦ τὸ ἀντάποχον, ἥτις κυρία ἔστω πανταχοῦ ἐπιφερομένη, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἱέραξ Σαρπίωνος βουλευτὴς τῆς Πηλουσιωτῶν πόλεως διʼ ἐμοῦ Αὐρηλίου Κλήμη Κλήμεντος βουλευτοῦ τῆς αὐτῆς πόλεως ἐξεδόμην τὴν ἀποχὴν τῶν τοῦ κρέως λιτρῶν τρισχιλίων ὀγδοήκοντα ἓξ μόνων, γίνονται λίτραι Γπϛ, ἐσχηκὼς τὸ ἀντάποχον ὡς πρόκειται.