Ancient Greek
P.Oxy. 67 4606
Documentary Papyri, P.Oxy. 67 4606
Not analysed yet
ὑπατείας Φλαουίων Ταύρου καὶ Φλωρεντίου τῶν λαμπροτάτων, Θὼθ …. Σεπτιμίῳ Ἀπολλωνίῳ στρατηγῷ Ὀξυρυγχίτου παρὰ Αὐρηλίων Διοσκουρίδου τοῦ καὶ Ἰουλιανοῦ Ἰουλιανοῦ τοῦ καὶ Διοσκουρίδου καὶ Ἰουλιανοῦ ……καὶ Σαραπίωνος Πλουτάρχου τῶν πάντων βουλευτῶν τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως ἐπιμελητῶν σίτου Πηλουσίου. ὁμολογοῦμεν ὀμνύντες τὸν σεβάσμιον θεῖον ὅρκον τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου αἰωνίου Αὐγούστου καὶ Ἰουλιανοῦ τοῦ ἐπιφανεστάτου Καίσαρος παρειληφέναι καὶ ἐμβεβλῆσθαι εἰς τὸ ἑξῆς ὑποτεταγμένον πλοῖον ἀπὸ γενήματος τῆς εὐτυχοῦς ε νέας ἰνδικτίονος πυροῦ νέου καθαροῦ ἀκρίθου καὶ ἀβρόχου καὶ ἐκτὸς πάσης αἰτίας καθεστηκότος μέτρῳ δημοσίῳ μετρήσει τῇ κελευσθείσῃ ἐπὶ τὸ αὐτὸ ἀρτάβας ὀκτακοσίας …κενωθεσίαν ε…ου μέρος κεκοσκινευμένον ……καθὼς ὁ ζυγοστάτης ὑπέβαλεν ἰδι… …κατενεγκοῦμεν ἐπὶ τῇ λαμπροτάτῃ Πηλουσιωτῶν μητροπόλει ……θησαυρ… ἀριθμῷ πλήρης ……εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι ἢ ἔνοχοι εἴημεν τῷ θείῳ ὅρκῳ …εἰς πλοῖον ἰδιωτικὸν …βενεφικιαρίου τάξεως τοῦ λαμπροτάτου δουκὸς ……ἀπὸ τοῦ Ὀξυρυγχίτου αἱ προκείμεναι τοῦ σίτου ἀρτάβαι ω, οὗ ἐγγυητὴς …Αὐρήλιος Σαραπίων Πλουτάρχου παρείληφα τὰς τοῦ σίτου ἀρτάβας ὀκτακοσίας …Αὐρήλιος …συμπαρείληφα ἅμα τοῖς κοινωνοῖς καὶ συμπαραδώσω…